TLG 2532 002 :: [HERMESIANAX] :: Fragmenta

[HERMESIANAX] Hist.
(Cyprius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 427–428.

Frr. 1–3

Citation: Fragment — (line)

t1

ΦΡΥΓΙΑΚΑ. E LIBRO SECUNDO.

1

Plutarch. De fluv. 12, 4: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθε νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν, τοῦ φθινοπώρου τὴν ἀρχὴν λαμβάνοντος· προσαγορεύεται
5δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερ‐ μηνευόμενόν ἐστι βασιλεύς· καθὼς ἱστορεῖ Ἑρμησιάναξ
Κύπριος ἐν βʹ Φρυγιακῶν.427

t2-3

E SCRIPTIS INCERTIS.

2

Idem ibid. 2, 3: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστο‐ ρίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέ‐ σεις· ὁ μὲν γὰρ Ἑλικὼν, πρᾳότερος ὑπάρχων καὶ
5προσηνὴς, συμπαθῶς γηροβοσκεῖ τοὺς γονεῖς· ὁ δὲ Κι‐ θαιρὼν, πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν με‐ ταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσε τὸν γεννή‐ σαντα, τὸν δ’ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων καὶ αὐτὸς συγκατηνέχθη. Κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώ‐
10νυμα ὄρη μεταμορφηθέντες ἐγένοντο. Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐριννύων μυχὸς, Ἑλικὼν δὲ διὰ φιλο‐ στοργίαν Μουσῶν ἐνδιαίτημα.

3

Id. Ibid. 24, 1: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστο‐ ρίας μέμνηται τοιαύτης· Διόνυσος ἐρασθεὶς Ἀλφεσι‐ βοίας νύμφης, καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς τὴν προειρημένην Τίγριν μετέβαλε τὴν
5μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμέ‐ νην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας, ἐγέννησεν υἱὸν Μῆδον, ὃς ἀκμάσας εἰς τιμὴν τοῦ συγ‐ κυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς
ἱστορεῖ Ἀριστώνυμος ἐν γʹ.428